Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.190 Joseph. AJ 13.195 (English) >>Joseph. AJ 13.199

13.193ἀλλʼ οὗτοι μὲν ὑπὸ φήμης τῶν περὶ τὸν Ἰωνάθην συμβεβηκότων ἔφθησαν πρὶν τοὺς ὑπὸ Τρύφωνος ἀπεσταλμένους ἀφικέσθαι φραξάμενοι τοῖς ὅπλοις ἐκ τῆς χώρας ἀπελθεῖν. οἱ δʼ ἐπʼ αὐτοὺς πεμφθέντες ἰδόντες ἑτοίμους ὑπὲρ τῶν ψυχῶν ἀγωνίζεσθαι μηδὲν αὐτοῖς ἐνοχλήσαντες πρὸς τὸν Τρύφωνα ὑπέστρεψαν. 13.194

Οἱ δʼ ἐν τοῖς Ἱεροσολύμοις ἀκούσαντες τὴν Ἰωνάθου σύλληψιν καὶ τὴν τῶν σὺν αὐτῷ στρατιωτῶν ἀπώλειαν αὐτόν τε ἐκεῖνον ἐπὶ τοῖς συμβεβηκόσιν ὠλοφύροντο καὶ δεινὴ τἀνδρὸς ἐπιζήτησις παρὰ πᾶσιν ἦν, 13.195δέος τε μέγα καὶ κατὰ λόγον αὐτοῖς ἐμπεσὸν ἐλύπει, μὴ τῆς Ἰωνάθου ἀνδρείας ἅμα καὶ προνοίας ἀφῃρημένων τὰ πέριξ ἔθνη χαλεπῶς ἔχοντα πρὸς αὐτοὺς καὶ διὰ Ἰωνάθην ἠρεμοῦντα νῦν αὐτοῖς ἐπισυστῇ καὶ πολεμοῦντες εἰς τοὺς περὶ τῶν ἐσχάτων κινδύνους ἀναγκάζωνται καθίστασθαι. 13.196καὶ δὴ τοῦτʼ αὐτοῖς ὡς ὑπενόουν συνέπεσεν· τὸν γὰρ Ἰωνάθου ἀκούσαντες θάνατον οἱ ἐκ τῶν ἐθνῶν πολεμεῖν ἤρξαντο τοὺς Ἰουδαίους ὡς ἀποροῦντας ἡγεμόνος. αὐτὸς δʼ Τρύφων δύναμιν συναγαγὼν γνώμην εἶχεν ἀναβὰς εἰς τὴν Ἰουδαίαν πολεμεῖν τοὺς ἐν αὐτῇ. 13.197Σίμων δʼ ὁρῶν πρὸς ταῦτα τοὺς Ἱεροσολυμίτας καταπεπληγότας, βουλόμενος αὐτοὺς εἰς τὸ ὑποστῆναι προθύμως ἐπιόντα τὸν Τρύφωνα θαρραλεωτέρους ποιῆσαι τῷ λόγῳ, συγκαλέσας τὸν δῆμον εἰς τὸν ἱερὸν ἐντεῦθεν αὐτοὺς παρακαλεῖν ἤρξατο·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.190 Joseph. AJ 13.195 (English) >>Joseph. AJ 13.199

Powered by PhiloLogic